Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.271 Joseph. AJ 13.276 (English) >>Joseph. AJ 13.281

13.274τοῦ μέντοι γε Κυζικηνοῦ τὴν γῆν κακοῦντος φανερῶς καὶ αὐτὸς τὴν αὐτοῦ προαίρεσιν ἐπεδείκνυτο, καὶ τῶν ἀπʼ Αἰγύπτου συμμάχων ἔρημον ὁρῶν τὸν Ἀντίοχον καὶ αὐτόν τε πράττοντα κακῶς καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐν τοῖς πρὸς ἀλλήλους ἀγῶσιν, ἀμφοτέρων κατεφρόνησεν. 13.275

Καὶ στρατεύει μὲν ἐπὶ Σαμάρειαν πόλιν ὀχυρωτάτην, περὶ ἧς, ὅτι καλεῖται νῦν Σεβαστὴ κτισθεῖσα ὑπὸ Ἡρώδου, κατὰ χώραν δηλώσομεν. προσβαλὼν δʼ αὐτῇ φιλοπόνως ἐπολιόρκει μισοπονηρῶν τοῖς Σαμαρεῦσιν ὑπὲρ ὧν Μαρισηνοὺς ἀποίκους ὄντας Ἰουδαίων καὶ συμμάχους ἠδίκησαν ὑπακούοντες τοῖς τῶν Σύρων βασιλεῦσιν. 13.276περιβαλὼν οὖν τάφρον πανταχόθεν τῇ πόλει καὶ διπλοῦν τεῖχος ὡς ἀπὸ σταδίων ὀγδοήκοντα τοὺς υἱοὺς ἐφίστησιν Ἀντίγονον καὶ Ἀριστόβουλον. ὧν ἐπικειμένων εἰς τοῦτο ἀνάγκης ὑπὸ λιμοῦ προαχθῆναι τοὺς Σαμαρεῖς συνέπεσεν, ὡς ἅψασθαι μὲν καὶ τῶν ἀήθων, ἐπικαλέσασθαι δὲ βοηθὸν Ἀντίοχον τὸν Κυζικηνόν. 13.277ὃς ἑτοίμως ἐπὶ τὴν συμμαχίαν ἀφικόμενος ὑπὸ τῶν περὶ Ἀριστόβουλον ἡττᾶται, διωχθεὶς δʼ ἄχρι Σκυθοπόλεως ὑπὸ τῶν ἀδελφῶν διέφυγεν. οἱ δʼ ἐπὶ τοὺς Σαμαρεῖς ὑποστρέψαντες συγκλείουσι πάλιν εἰς τὸ τεῖχος αὐτούς, ὡς καὶ δεύτερον ἐπικαλέσασθαι σύμμαχον πέμψαντες τὸν αὐτὸν Ἀντίοχον. 13.278ὃς παρὰ Πτολεμαίου τοῦ Λαθούρου μεταπεμψάμενος ἄνδρας εἰς ἑξακισχιλίους, οὓς ἀκούσης τῆς μητρὸς ἐκεῖνος καὶ ὅσον οὔπω τῆς ἀρχῆς αὐτὸν ἐκβεβληκυίας ἐξαπέστειλεν, τὸ μὲν πρῶτον ἐπιὼν ἐπόρθει τὴν Ὑρκανοῦ χώραν μετὰ τῶν Αἰγυπτίων λῃστρικῶς, μάχεσθαι μὲν αὐτῷ κατὰ πρόσωπον οὐ τολμῶν, οὐ γὰρ ἦν ἀξιόχρεως δύναμις αὐτοῦ, νομίζων δὲ τῇ κακώσει τῆς γῆς ἀναγκάσειν Ὑρκανὸν λῦσαι τὴν τῆς Σαμαρείας πολιορκίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.271 Joseph. AJ 13.276 (English) >>Joseph. AJ 13.281

Powered by PhiloLogic